καὶ Πῖσʼ Ἀγύλλης θʼ αἱ πολύρρηνοι νάπαι.σὺν δέ σφι μίξει φίλιον ἐχθρὸς ὢν στρατόν,ὅρκοις κρατήσας καὶ λιταῖς γουνασμάτωννάνος, πλάναισι πάντʼ ἐρευνήσας μυχὸνἁλός τε καὶ γῆς. σὺν δὲ δίπτυχοι τόκοιΜυσῶν ἄνακτος, οὗ ποτʼ Οἰκουρὸς δόρυγνάμψει Θέοινος, γυῖα συνδήσας λύγοις,Τάρχων τε καὶ Τυρσηνός, αἴθωνες λύκοι,τῶν Ἡρακλείων ἐκγεγῶτες αἱμάτων.ἔνθα τράπεζαν εἰδάτων πλήρη κιχών,τὴν ὕστερον βρωθεῖσαν ἐξ ὀπαόνων,μνήμην παλαιῶν λήψεται θεσπισμάτων.κτίσει δὲ χώραν ἐν τόποις Βορειγόνωνὑπὲρ Λατίνους Δαυνίους τʼ ᾠκισμένην,πύργους τριάκοντʼ, ἐξαριθμήσας γονὰςσυὸς κελαινῆς, ἣν ἀπʼ Ἰδαίων λόφωνκαὶ Δαρδανείων ἐκ τόπων ναυσθλώσεται,ἰσηρίθμων θρέπτειραν ἐν τόκοις κάπρων·ἧς καὶ πόλει δείκηλον ἀνθήσει μιᾷχαλκῷ τυπώσας καὶ τέκνων γλαγοτρόφων.δείμας δὲ σηκὸν Μυνδίᾳ Παλληνίδι,πατρῷ’ ἀγάλματʼ ἐγκατοικεῖ θεῶν.ἃ δή, παρώσας καὶ δάμαρτα καὶ τέκνακαὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων,σὺν τῷ γεραιῷ πατρὶ πρεσβειώσεται,πέπλοις περισχών, ἦμος αἰχμηταὶ κύνες,τὰ πάντα πάτρας συλλαφύξαντες πάλῳ,τούτῳ μόνῳ πόρωσιν αἵρεσιν, δόμωνλαβεῖν ὃ χρῄζει κἀπενέγκασθαι δάνος.τῷ καὶ παρʼ ἐχθροῖς εὐσεβέστατος κριθείς,τὴν πλεῖστον ὑμνηθεῖσαν ἐν χάρμαις πάτρανἐν ὀψιτέκνοις ὀλβίαν δωμήσεται,τύρσιν μακεδνὰς ἀμφὶ Κιρκαίου νάπαςἈργοῦς τε κλεινὸν ὅρμον Αἰήτην μέγαν,λίμνης τε Φόρκης Μαρσιωνίδος ποτὰΤιτώνιόν τε χεῦμα τοῦ κατὰ χθονὸςδύνοντος εἰς ἄφαντα κευθμῶνος βάθη,Ζωστηρίου τε κλιτύν, ἔνθα παρθένουστυγνὸν Σιβύλλης ἐστὶν οἰκητήριον,γρώνῳ βερέθρῳ συγκατηρεφὲς στέγης.