νηδύν, τὸν ἀντίποινον ἐγμάψας πέτρον,ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον,τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς.νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγαςἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων,ὅπου σε πεισθεὶς Ὠγύγου σπαρτὸς λεὼςχρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέωςἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσαςἄξει Καλύδνου τύρσιν Ἀόνων τε γῆνσωτῆρʼ, ὅταν κάμνωσιν ὁπλίτῃ στρατῷπέρθοντι χώραν Τηνέρου τʼ ἀνάκτορα.κλέος δὲ σὸν μέγιστον Ἐκτήνων πρόμοιλοιβαῖσι κυδανοῦσιν ἀφθίτοις ἴσον.ἥξει δὲ Κνωσσὸν κἀπὶ Γόρτυνος δόμουςτοὐμὸν ταλαίνης πῆμα, πᾶς δʼ ἀνάστατοςἔσται στρατηγῶν οἶκος. οὐ γὰρ ἥσυχοςπορκεὺς δίκωπον σέλμα ναυστολῶν ἐλᾷ,Λεῦκον στροβήσων φύλακα τῆς μοναρχίας,ψυδραῖσί τε ἔχθραν μηχαναῖς ἀναπλέκων.ὃς οὔτε τέκνων φείσετʼ οὔτε συγγάμουΜήδας δάμαρτος, ἠγριωμένος φρένας,οὐ Κλεισιθήρας θυγατρός, ἧς πατὴρ λέχοςθρεπτῷ δράκοντι συγκαταινέσει πικρόν.πάντας δʼ ἀνάγνοις χερσὶν ἐν ναῷ κτενεῖ,λώβαισιν αἰκισθέντας Ὀγκαίου βόθρου.γένους δὲ πάππων τῶν ἐμῶν αὖθις κλέοςμέγιστον αὐξήσουσιν ἄμναμοί ποτε,αἰχμαῖς τὸ πρωτόλειον ἄραντες στέφος,γῆς καὶ θαλάσσης σκῆπτρα καὶ μοναρχίανλαβόντες. οὐδʼ ἄμνηστον, ἀθλία πατρίς,κῦδος μαρανθὲν ἐγκατακρύψεις ζόφῳ.τοιούσδʼ ἐμός τις σύγγονος λείψει διπλοῦςσκύμνους λέοντας, ἔξοχον ῥώμῃ γένος,ὁ Καστνίας τε τῆς τε Χειράδος γόνος,βουλαῖς ἄριστος, οὐδʼ ὀνοστὸς ἐν μάχαις.ὃς πρῶτα μὲν Ῥαίκηλον οἰκήσει μολών,κισσοῦ παρʼ αἰπὺν πρῶνα καὶ Λαφυστίαςκερασφόρους γυναῖκας. ἐκ δʼ Ἀλμωπίαςπάλιμπλανήτην δέξεται ΤυρσηνίαΛιγγεύς τε θερμῶν ῥεῖθρον ἐκβράσσων ποτῶν,