Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας,λαθραῖα κἀκκέλευθα παπταλώμεναι,ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμουςλιταῖς Σθένειαν ἵκτιδες γουνούμεναι.θεᾶς δʼ ὀφελτρεύσουσι κοσμοῦσαι πέδον,δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλονἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρκόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων,ἢ φάσγανον κελαινόν, ἢ ταυροκτόνονστερρὰν κύβηλιν, ἢ Φαλακραῖον κλάδον,μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου.δῆμος δʼ ἀνατεὶ τὸν κτανόντʼ ἐπαινέσει,τεθμῷ χαράξας, τοὐπιλώβητον γένος.ὦ μῆτερ, ὦ δύσμητερ, οὐδὲ σὸν κλέοςἄπυστον ἔσται, Περσέως δὲ παρθένοςΒριμὼ Τρίμορφος θήσεταί σʼ ἑπωπίδακλαγγαῖσι ταρμύσσουσαν ἐννύχοις βροτούς,ὅσοι μεδούσης Στρυμόνος Ζηρυνθίαςδείκηλα μὴ σέβουσι λαμπαδουχίαις,θύσθλοις Φεραίαν ἐξακεύμενοι θεάν.ψευδήριον δὲ νησιωτικὸς στόνυξΠάχυνος ἕξει σεμνὸν ἐξ ὀνειράτωνταῖς δεσποτείαις ὠλέναις ὠγκωμένονῥείθρων Ἑλώρου πρόσθεν ἐκτερισμένης·ὃς δὴ παρʼ ἀκταῖς τλήμονος ῥανεῖ χοάς,τριαύχενος μήνιμα δειμαίνων θεᾶς,λευστῆρα πρῶτον οὕνεκεν ῥίψας πέτρονἍιδῃ κελαινῶν θυμάτων ἀπάρξεται.σὺ δʼ, ὦ ξύναιμε, πλεῖστον ἐξ ἐμῆς φρενὸςστερχθείς, μελάθρων ἕρμα καὶ πάτρας ὅλης,οὐκ εἰς κενὸν κρηπῖδα φοινίξεις φόνῳταύρων, ἄνακτι τῶν Ὀφίωνος θρόνωνπλείστας ἀπαρχὰς θυμάτων δωρούμενος.ἀλλʼ ἄξεταί σε πρὸς γενεθλίαν πλάκατὴν ἐξόχως Γραικοῖσιν ἐξυμνημένην,ὅπου σφε μήτηρ ἡ πάλης ἐμπείραμοςτὴν πρόσθʼ ἄνασσαν ἐμβαλοῦσα Ταρτάρῳὠδῖνας ἐξέλυσε λαθραίας γονῆς,τὰς παιδοβρώτους ἐκφυγοῦσʼ ὁμευνέτουθοίνας ἀσέπτους, οὐδʼ ἐπίανεν βορᾷ