εἰς σπλάγχνʼ ἐχίδνης αὐτόχειρ βάψει ξίφος,κακὸν μίασμʼ ἔμφυλον ἀλθαίνων κακῷ.ἐμὸς δʼ ἀκοίτης, δμωίδος νύμφης ἄναξ,Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται,τιμὰς μεγίστας Οἰβάλου τέκνοις λαχών.οὐ μὴν ἐμὸν νώνυμνον ἀνθρώποις σέβαςἔσται, μαρανθὲν αὖθι ληθαίῳ σκότῳ.ναὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροιΣάλπης παρʼ ὄχθαις, οἵ τε Δάρδανον πόλινναίουσι, λίμνης ἀγχιτέρμονες ποτῶν.κοῦραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸνὅταν θέλωσι, νυμφίους ἀρνούμεναιτοὺς Ἑκτορείοις ἠγλαϊσμένους κόμαις,μορφῆς ἔχοντας σίφλον ἢ μῶμαρ γένους,ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας,ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων,Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφὰςπεπαμέναι θρόνοισι φαρμακτηρίοις.κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰῥαβδηφόροις γυναιξὶν αὐδηθήσομαι.πένθος δὲ πολλαῖς παρθένων τητωμέναιςτεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτηνἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς,δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιονπέμψουσι παῖδας ἐστερημένας γάμων.Λάρυμνα, καὶ Σπερχειέ, καὶ Βοάγριε,καὶ Κῦνε, καὶ Σκάρφεια, καὶ Φαλωριάς,καὶ Ναρύκειον ἄστυ, καὶ ΘρονίτιδεςΛοκρῶν ἀγυιαί, καὶ Πυρωναῖαι νάπαι,καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος,ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμωνποινὰς Γυγαίᾳ τίσετʼ Ἀγρίσκᾳ θεᾷ,τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνονπάλου βραβείαις γηροβοσκοῦσαι κόρας.αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφοςψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται,φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅτανἭφαιστος εἰς θάλασσαν ἐκβράσῃ σποδὸντῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης.ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι