σπιλὰς δʼ ἐκείνη σῆς φερώνυμος τύχηςπόντον προσαυγάζουσα φημισθήσεται.οἱ δʼ αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰςνῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότεςὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαιςδίναισιν οἰκήσουσι Λευκανῶν πλάκας.καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶἄνοστον αἰάζοντας ἕξουσιν τύχηνἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτωνΟὐδʼ οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμουςεὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας,χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ.τοιαῖσδʼ ἐχῖνος μηχαναῖς οἰκοφθορῶνπαραιολίξει τὰς ἀλεκτόρων πικρὰςστεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοιλήξουσι πένθους δυσμενεῖς φρυκτωρίαιπτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲςκρύψει ποτʼ ἐν κλήροισι Μηδύμνης στέγος.ὁ μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδουςζητῶν κελεύθους αὐχενιστῆρος βρόχουἐν ἀμφιβλήστρῳ συντεταργανωμένοςτυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς.θερμὴν δʼ ὑπαὶ λουτρῶνος ἀρνεύων στέγηντιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ,τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον.οἰκτρὰ δέ πέμφιξ Ταίναρον πτερύξεται,λυπρὰν λεαίνης εἰσιδοῦσʼ οἰκουρίαν.ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ,Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη,ἐπεί με, πεύκης πρέμνον ἢ στύπος δρυὸςὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς,ῥήξει πλατὺν τένοντα καὶ μετάφρενον,καὶ πᾶν λακίζουσʼ ἐν φοναῖς ψυχρὸν δέμαςδράκαινα διψὰς κἀπιβᾶσʼ ἐπʼ αὐχένοςπλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς,ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέραςδύσζηλος ἀστέμβακτα τιμωρουμένη.βοῶσα δʼ οὐ κλύοντα δεσπότην πόσινθεύσω κατʼ ἴχνος ἠνεμωμένη πτεροῖς.σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου