Λάδωνος ἀμφὶ ῥεῖθρα ναίουσα σκύλαξ.ὅθεν, πεφευγὼς ἑρπετῶν δεινὴν μάχηνδρακοντομόρφων, εἰς Ἀμαντίαν πόλινπλώσει, πέλας δὲ γῆς Ἀτιντάνων μολών,Πράκτιν παρʼ αὐτὴν αἰπὺ νάσσεται λέπας,τοῦ Χαονίτου νᾶμα Πολυάνθους δρέπων.ὁ δʼ Αὐσονείων ἄγχι Κάλχαντος τάφων,δυοῖν ἀδελφοῖν ἅτερος, ψευδηρίωνξένην ἐπʼ ὀστέοισιν ὀγχήσει κόνιν.δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοιςχρήσει καθʼ ὕπνον πᾶσι νημερτῆ φάτιν,νόσων δʼ ἀκεστὴς Δαυνίοις κληθήσεται,ὅταν κατικμαίνοντες Ἀλθαίνου ῥοαῖςἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνονἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν.ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάοςἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν,ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θʼ ἕδημολόντες αἰτίζωσι κοιράνου γύας,ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός.τοὺς δʼ εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφονκρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος.τοῖς δʼ ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶνστήσουσι χωστῷ τροχμάλῳ κατηρεφές,χώραν διδόντες, ἥν περ ἔχρῃζον λαβεῖν,τοῦ κρατοβρῶτος παιδὸς ἄτρεστου κάπρου.τῶν Ναυβολείων δʼ εἰς Τέμεσσαν ἐγγόνωνναῦται καταβλώξουσιν, ἔνθα ΛαμπέτηςἹππωνίου πρηῶνος εἰς Τηθὺν κέραςσκληρὸν νένευκεν. ἀντὶ δὲ Κρίσης ὅρωνΚροτωνιᾶτιν ἀντίπορθμον αὔλακαβοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ,πάτραν Λίλαιαν κἀνεμωρείας πέδονποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας.Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόροςμίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαιςοἴκτιστα χαλκείῃσιν ὠργυιωμένηθανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον,ἔκβλητον αἰάζουσα Κράθιδος πέλαςτόργοισιν αἰώρημα φοινίοις δέμας.