κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίουςμύθους ἔχοντες μηχανὰς εὑρήσομεν,ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων·καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας.ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν·ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε.σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.μέμνησο, μὴ φόβος σε νικάτω φρένας.σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμοςπομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸνἱκέτην—σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας—ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένηἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανονὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτιἔχω μεγίστην αἰτίαν κείνων ὕπο·παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν.ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα,καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸςἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτωνὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶψυχῆς, φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί.ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.(μ̔υγμός.)μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω·φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.(μ̔υγμός.)