ἕδραν ἔχοντα προστρόπαιον, αἵματιστάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφοςἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον,λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχοςεὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις.εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμέναςδεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖναὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι·ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν·ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματαφέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας.τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίαςοὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένοςτρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον.τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμωναὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόποςκαὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶνἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι,γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυταιθεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε.κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸνσκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός,μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶςβιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόναὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενοςπόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλινἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.