ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.(ὡ̓γμός.)ᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;(ὡ̓γμός.)ὕπνος πόνος τε κύριοι συνωμόταιδεινῆς δρακαίνης ἐξεκήραναν μένος.(μ̔υγμὸς διπλοῦς ὀξύς.)λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερκύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου.τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ.ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ,ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,ἕπου, μάραινε δευτέροις διώγμασιν.ἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ.εὕδεις; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον,ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ.ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,—ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,ἄφερτον κακόν·ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θʼ ὁ θήρ.—ὕπνῳ κρατηθεῖσʼ ἄγραν ὤλεσα.ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,—νέος δὲ γραίας δαίμονας καθιππάσω,—τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶτοκεῦσιν πικρόν·τὸν μητραλοίαν δʼ ἐξέκλεψας ὢν θεός.—τί τῶνδʼ ἐρεῖ τις δικαίως ἔχειν;ἐμοὶ δʼ ὄνειδος ἐξ ὀνειράτων μολὸνἔτυψεν δίκαν διφρηλάτουμεσολαβεῖ κέντρῳὑπὸ φρένας, ὑπὸ λοβόν.—πάρεστι μαστίκτορος δαΐου δαμίουβαρὺ τὸ περίβαρυ κρύος ἔχειν.