πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶντὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,ἣ δὴ τὸ μητρὸς δευτέρα τόδʼ ἕζετομαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳλάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,Φοίβη· δίδωσι δʼ ἣ γενέθλιον δόσινΦοίβῳ· τὸ Φοίβης δʼ ὄνομʼ ἔχει παρώνυμον.λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,κέλσας ἐπʼ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θʼ ἕδρας.πέμπουσι δʼ αὐτὸν καὶ σεβίζουσιν μέγακελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόναἀνήμερον τιθέντες ἡμερωμένην.μολόντα δʼ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρέναἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός.τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται·σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρακοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ,ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτοςκαλοῦσα καὶ τέλειον ὕψιστον Δία,ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές,ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.ἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν,πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν,τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ