ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.τετραυματισμένον γὰρ ὡς κύων νεβρὸνπρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷσπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,ὑπέρ τε πόντον ἀπτέροις ποτήμασινἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς.καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών.ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.ὅρα ὅρα μάλʼ αὖ,λεύσσετε πάντα, μὴλάθῃ φύγδα βὰςὁ ματροφόνος ἀτίτας.ὁ δʼ αὖτέ γʼ οὖν ἀλκὰν ἔχωνπερὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότουὑπόδικος θέλει γενέσθαι χρεῶν.τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶδυσαγκόμιστον, παπαῖ,τὸ διερὸν πέδοι χύμενον οἴχεται.ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖνἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦφεροίμαν βοσκὰν πώματος δυσπότου·καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω,ἀντίποινʼ ὡς τίνῃς ματροφόνου δύας.ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶνἢ θεὸν ἢ ξένοντινʼ ἀσεβῶν ἢ τοκέας φίλους,ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια.μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶνἔνερθε χθονός,δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί.ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαιπολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκησιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματιφωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει·ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦΦοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος,