καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους.καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.ἀλλʼ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;οὐκ ἂν γένοιθʼ ὅμαιμος αὐθέντης φόνος.ἦ κάρτʼ ἄτιμα καὶ παρʼ οὐδὲν εἰργάσωἭρας τελείας καὶ Διὸς πιστώματα.Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ,ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμοςὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη.εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷςτὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ,οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν.τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην,τὰ δʼ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά.τὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.σὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου.τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.οὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν.μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκαςμέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.ἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι·δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλειτοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφʼ ἑκών.ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασινἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα,ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸςἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.εἶεν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.