ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶχώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶμολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸςαὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼνπιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκαθρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος.οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένοςῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένονἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν,ἀναίματον βόσκημα δαιμόνων, σκιάν.οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους,ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·ὕμνον δʼ ἀκούσῃ τόνδε δέσμιον σέθεν.ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶμοῦσαν στυγερὰνἀποφαίνεσθαι δεδόκηκεν,λέξαι τε λάχη τὰ κατʼ ἀνθρώπουςὡς ἐπινωμᾷ στάσις ἁμά.εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι·τὸν μὲν καθαρὰς χεῖρας προνέμοντʼοὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν,ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ·ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρχεῖρας φονίας ἐπικρύπτει,μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσινπαραγιγνόμεναι πράκτορες αἵματοςαὐτῷ τελέως ἐφάνημεν.μᾶτερ ἅ μʼ ἔτικτες, ὦ μᾶτερΝύξ, ἀλαοῖσι καὶ δεδορκόσινποινάν, κλῦθʼ. ὁ Λατοῦς γὰρ ἶ-νίς μʼ ἄτιμον τίθησιν