τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,κρατοῦντες τὸ πᾶν δίκας πλέονφονολιβῆ θρόνονπερὶ πόδα, περὶ κάρα.—πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτωνβλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.ἐφεστίῳ δὲ μάντις ὢν μιάσματιμυχὸν ἐχράνατʼ αὐτόσσυτος, αὐτόκλητος,παρὰ νόμον θεῶν βρότεα μὲν τίων,παλαιγενεῖς δὲ μοίρας φθίσας.κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,ὑπό τε γᾶν φυγὼν οὔ ποτʼ ἐλευθεροῦται.ποτιτρόπαιος ὢν δʼ ἕτερον ἐν κάρᾳμιάστορʼ ἐκ γένους πάσεται.ἔξω, κελεύω, τῶνδε δωμάτων τάχοςχωρεῖτʼ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,χρυσηλάτου θώμιγγος ἐξορμώμενον,ἀνῇς ὑπʼ ἄλγους μέλανʼ ἀπʼ ἀνθρώπων ἀφρόν,ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοιδίκαι σφαγαί τε σπέρματός τʼ ἀποφθορᾷπαίδων κακοῦται χλοῦνις, ἠδʼ ἀκρωνία,λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺνὑπὸ ῥάχιν παγέντες. ἆρʼ ἀκούετεοἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι θεοῖςστέργηθρʼ ἔχουσαι; πᾶς δʼ ὑφηγεῖται τρόποςμορφῆς. λέοντος ἄντρον αἱματορρόφουοἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοιςἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι.ποίμνης τοιαύτης δʼ οὔτις εὐφιλὴς θεῶν.ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,ἀλλʼ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ;κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου.