δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶπομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·τί φῶ χέουσα τάσδε κηδείους χοάς;πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί;πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρεινγυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ,χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδεστέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετοπατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν,στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλινδικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι·κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός.τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένεικαὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον.αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸςλέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε;αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι.τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως.εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη.ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ.καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;