κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶτοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰςεὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει·κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖςλέγω καλοῦσα πατέρʼ, ἐποίκτιρόν τʼ ἐμὲφίλον τʼ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθαπρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατοΑἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτωνφεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπωςἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶκατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺμητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν.ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοιςλέγω φανῆναί σου, πάτερ, τιμάορον,καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς.ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.ἵετε δάκρυ καναχὲς ὀλόμενονὀλομένῳ δεσπότᾳπρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼἀπότροπον ἄγος ἀπεύχετονκεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-βας ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός.ὀτοτοτοτοτοτοτοῖ,ἴτω τις δορυ-σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,Σκυθικά τʼ ἐν χεροῖν παλίντονʼἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης