Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη,σωτὴρ γενοῦ μοι ξύμμαχός τʼ αἰτουμένῳ·ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶκλύειν, ἀκοῦσαιπλόκαμον Ἰνάχῳ θρεπτήριον.τὸν δεύτερον δὲ τόνδε πενθητήριονοὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρονοὐδʼ ἐξέτεινα χεῖρʼ ἐπʼ ἐκφορᾷ νεκροῦ.τί χρῆμα λεύσσω; τίς ποθʼ ἥδʼ ὁμήγυριςστείχει γυναικῶν φάρεσιν μελαγχίμοιςπρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχωχοὰς φερούσας νερτέροις μειλίγματα;οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶστείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷπρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρονπατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶςμάθω γυναικῶν ἥτις ἥδε προστροπή.ἰαλτὸς ἐκ δόμων ἔβανχοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.πρέπει παρηὶς φοινίοις ἀμυγμοῖςὄνυχος ἄλοκι νεοτόμῳ·διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ.λινοφθόροι δʼ ὑφασμάτωνλακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν,προστέρνῳ στολμῷπέπλων ἀγελάστοιςξυμφοραῖς πεπληγμένων.τορὸς δὲ Φοῖβος ὀρθόθριξδόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότονπνέων, ἀωρόνυκτον ἀμβόαμαμυχόθεν ἔλακε περὶ φόβῳ,γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.κριταί τε τῶνδʼ ὀνειράτωνθεόθεν ἔλακον ὑπέγγυοιμέμφεσθαι τοὺς γᾶςνέρθεν περιθύμως