τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν.τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,ἰὼ γαῖα μαῖα,μωμένα μʼ ἰάλλειδύσθεος γυνά. φοβοῦ-μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν.τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;ἰὼ πάνοιζυς ἑστία,ἰὼ κατασκαφαὶ δόμων.ἀνήλιοι βροτοστυγεῖςδνόφοι καλύπτουσι δόμουςδεσποτῶν θανάτοισι.σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶνδιʼ ὤτων φρενός τεδαμίας περαῖνοννῦν ἀφίσταται. φοβεῖ-ται δέ τις. τὸ δʼ εὐτυχεῖν,τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.ῥοπὴ δʼ ἐπισκοπεῖ δίκαςταχεῖα τοὺς μὲν ἐν φάει,τὰ δʼ ἐν μεταιχμίῳ σκότουμένει χρονίζοντας ἄχη βρύει,τοὺς δʼ ἄκραντος ἔχει νύξ.διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦτίτας φόνος πέπηγεν οὐ διαρρύδαν.διαλγὴς δʼ ἄτα διαφέρειτὸν αἴτιον παναρκέτας νόσου βρύειν.θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίωνἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦπροβαίνοντες τὸν χερομυσῆφόνον καθαίροντες ἴθυσαν μάταν.ἐμοὶ δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολινθεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκωνπατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓—δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπονβίᾳ φρενῶν αἰνέσαιπικρὸν στύγος κρατούσῃ.δακρύω δʼ ὑφʼ εἱμάτωνματαίοισι δεσποτᾶντύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.