ξιφοδηλήτοισιν ἀγῶσιν.ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην.ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος;Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖνὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερονἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτινἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέταςθετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλωνκεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶςκείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,φήμης ὕφʼ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,εὖτʼ ἂν πύθηται μῦθον. ὦ τάλαινʼ ἐγώ·ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμέναἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοιςτυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην·τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—κἀκʼ νυκτιπλάγκτων ὀρθίων κελευμάτωνκαὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶτλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸντρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρίαἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίαςἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί·τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.στείχω δʼ ἐπʼ ἄνδρα τῶνδε λυμαντήριονοἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;ἦ πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον.εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.