τοῖς κυρίοισι καὶ προσήκουσιν λέγωνοὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι.οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα.ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενατόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων,ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆςἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσινκεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελονγνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρξένου ξένοισίν ἐστιν εὐμενέστερον;πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,καταινέσαντα καὶ κατεξενωμένον.οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος.ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν.ἀλλʼ ἔσθʼ ὁ καιρὸς ἡμερεύοντας ξένουςμακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον·κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτωνκοινώσομέν τε κοὐ σπανίζοντες φίλωνβουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.εἶεν, φίλιαι δμωίδες οἴκων,πότε δὴ στομάτωνδείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ;ὦ πότνια χθὼν καὶ πότνιʼ ἀκτὴχώματος, ἣ νῦν ἐπὶ ναυάρχῳσώματι κεῖσαι τῷ βασιλείῳ,νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·νῦν γὰρ ἀκμάζει Πειθὼ δολίανξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆνκαὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαι