ἄγειν κελεύει δορυφόρους ὀπάονας.μή νυν σὺ ταῦτʼ ἄγγελλε δεσπότου στύγει·ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,ἄνωχθʼ ὅσον τάχιστα γηθούσῃ φρενί.ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.ἀλλʼ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;ἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;ἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.ἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει.νῦν παραιτουμένᾳ μοι, πάτερΖεῦ θεῶν Ὀλυμπίων,δὸς τύχας τυχεῖν δόμου κυρίωςτὰ σώφρονʼ εὖ μαιομένοις ἰδεῖν.διὰ δίκας πᾶν ἔποςἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις.