προχαλκεύει δʼ Αἶσα φασγανουργός·τέκνον δʼ ἐπεισφέρει δόμοισιναἱμάτων παλαιτέρων τίνειν μύσοςχρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.τίς ἔνδον, ὦ παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις;τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ,εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί.εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεταισκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναιἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.ἐξελθέτω τις δωμάτων τελεσφόροςγυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον·αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμουςλόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρπρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα,καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρίαστρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία.εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομενξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇεἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα,ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ,ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις,πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένοςτεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων,εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.νῦν γὰρ λέβητος χαλκέου πλευρώματασποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω