τὰν ἁ παιδολυ-μὰς τάλαινα Θεστιὰς μήσατοπυρδαῆτιν πρόνοιαν,καταίθουσα παιδὸς δαφοινὸνδαλὸν ἥλικʼ, ἐπεὶ μολὼνματρόθεν κελάδησε,ξύμμετρόν τε διαὶ βίουμοιρόκραντον ἐς ἆμαρ.ἄλλαν δεῖ τινʼ ἐν λόγοις στυγεῖνφοινίαν κόραν,ἅτʼ ἐχθρῶν ὑπαὶφῶτʼ ἀπώλεσεν φίλον Κρητικοῖςχρυσοκμήτοισιν ὅρμοιςπιθήσασα δώροισι Μίνω,Νῖσον ἀθανάτας τριχὸςνοσφίσασʼ ἀπροβούλωςπνέονθʼ ἁ κυνόφρων ὕπνῳ.κιγχάνει δέ μιν Ἑρμῆς.ἐπεὶ δʼ ἐπεμνασάμαν ἀμειλίχωνπόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή-λευμʼ ἀπεύχετον δόμοιςγυναικοβούλους τε μήτιδας φρενῶνἐπʼ ἀνδρὶ τευχεσφόρῳ,ἐπʼ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι.τίω δʼ ἀθέρμαντον ἑστίαν δόμωνγυναικείαν τʼ ἄτολμον αἰχμάν.κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιονλόγῳ· γοᾶται δὲ δὴ πάθος κατά-πτυστον· ᾔκασεν δέ τιςτὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.θεοστυγήτῳ δʼ ἄχειβροτῶν ἀτιμωθὲν οἴχεται γένος.σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.τί τῶνδʼ οὐκ ἐνδίκως ἀγείρω;τὸ δʼ ἄγχι πλευμόνων ξίφοςδιανταίαν ὀξυπευκὲς οὐτᾷδιαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖνλὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸςσέβας παρεκβάντος οὐ θεμιστῶς.Δίκας δʼ ἐρείδεται πυθμήν·