καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶδέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰδόμους παραστείχοντα καὶ τάδʼ ἐννέπειν·τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεταιΑἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶνκἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμαἀρεῖ, σάφʼ ἴσθι, καὶ κατʼ ὀφθαλμοὺς βαλεῖ,πρὶν αὐτὸν εἰπεῖν ποδαπὸς ὁ ξένος; νεκρὸνθήσω, ποδώκει περιβαλὼν χαλκεύματι.φόνου δʼ Ἐρινὺς οὐχ ὑπεσπανισμένηἄκρατον αἷμα πίεται τρίτην πόσιν.νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·ὑμῖν δʼ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω,ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.πολλὰ μὲν γᾶ τρέφειδεινὰ καὶ δειμάτων ἄχη,πόντιαί τʼ ἀγκάλαι κνωδάλωνἀνταίων βρύουσι·πλάθουσι βλαστοῦσι καὶ πεδαίχμιοιλαμπάδες πεδάοροι,πτανά τε καὶ πεδοβά-μονα κἀνεμοέντʼ ἂναἰγίδων φράσαι κότον.ἀλλʼ ὑπέρτολμον ἀν-δρὸς φρόνημα τίς λέγοικαὶ γυναικῶν φρεσὶν τλαμόνων καὶπαντόλμους ἔρωταςἄταισι συννόμους βροτῶν;ξυζύγους δʼ ὁμαυλίαςθηλυκρατὴς ἀπέρω-τος ἔρως παρανικᾷκνωδάλων τε καὶ βροτῶν.ἴστω δʼ, ὅστις οὐχ ὑπόπτεροςφροντίσιν, δαεὶς