χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι;τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει.καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς,ἄκος τομαῖον ἐλπίσασα πημάτων.ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳτοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶοὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα,ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει,δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼκτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.τερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι.γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις,τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιονδόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳθανόντες, καὶ Λοξίας ἐφήμισεν,ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλαςΠυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.