ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίαςοἴσω πατρῴων ἐκ δόμων γαμηλίους·πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.ὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην.ὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος.μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν.πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ;ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις.καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ,ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ·οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον,καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδεοὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοιθανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον,τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα.αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον,τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου,πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγουμεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος;θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάριςἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε.τὰ δῶρα μείω δʼ ἐστὶ τῆς ἁμαρτίας.τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματοςἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος.θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε.οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτωνκαὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη