λέγεις πατρῷον μόρον· ἐγὼ δʼ ἀπεστάτουνἄτιμος, οὐδὲν ἀξία·μυχῷ δʼ ἄφερκτος πολυσινοῦς κυνὸς δίκανἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,χέουσα πολύδακρυν γόον κεκρυμμένα.τοιαῦτʼ ἀκούων ἐν φρεσὶν γράφου ˘ ¯.διʼ ὤτων δὲ συν-τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.τὰ μὲν γὰρ οὕτως ἔχει,τὰ δʼ αὐτὸς ὄργα μαθεῖν.πρέπει δʼ ἀκάμπτῳ μένει καθήκειν.σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.ἐγὼ δʼ ἐπιφθέγγομαι κεκλαυμένα.στάσις δὲ πάγκοινος ἅδʼ ἐπιρροθεῖ·ἄκουσον ἐς φάος μολών,ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.ἰὼ θεοί, κραίνετʼ ἐνδίκως δίκας.τρόμος μʼ ὑφέρπει κλύουσαν εὐγμάτων.τὸ μόρσιμον μένει πάλαι,εὐχομένοις δʼ ἂν ἔλθοι.ὦ πόνος ἐγγενὴςκαὶ παράμουσος Ἄταςαἱματόεσσα πλαγά.ἰὼ δύστονʼ ἄφερτα κήδη·ἰὼ δυσκατάπαυστον ἄλγος.δώμασιν ἔμμοτοντῶνδʼ ἄκος, οὐδʼ ἀπʼ ἄλλωνἔκτοθεν, ἀλλʼ ἀπʼ αὐτῶν,διʼ ὠμὰν ἔριν αἱματηράν.θεῶν τῶν κατὰ γᾶς ὅδʼ ὕμνος.ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,τῆσδε κατευχῆς πέμπετʼ ἀρωγὴνπαισὶν προφρόνως ἐπὶ νίκῃ.πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον.οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶνκτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ