ἑτέραν ἐπάγουσαν ἐπʼ ἄτῃ.πόποι δὴ νερτέρων τυραννίδες,ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνωςἔχοντα καὶ δωμάτωνἄτιμα. πᾷ τις τράποιτʼ ἄν, ὦ Ζεῦ;πέπαλται δαὖτὲ μοι φίλον κέαρτόνδε κλύουσαν οἶκτονκαὶ τότε μὲν δύσελπις,σπλάγχνα δέ μοι κελαινοῦ-ται πρὸς ἔπος κλυούσᾳ.ὅταν δʼ αὖτʼ ἐπʼ ἀλκῆς ἐπάρῃ μʼἐλπὶς, ἀπέστασεν ἄχοςπροσφανεῖσά μοι καλῶς.τί δʼ ἂν φάντες τύχοιμεν ἢ τά περπάθομεν ἄχεα πρός γε τῶν τεκομένων;πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται.λύκος γὰρ ὥστʼ ὠμόφρωνἄσαντος ἐκ ματρός ἐστι θυμός.ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίαςνόμοις ἰηλεμιστρίας,ἀπριγδόπληκτα πολυπλάνητα δʼ ἦν ἰδεῖνἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματαἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπερρόθεικροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.ἰὼ ἰὼ δαΐαπάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖςἄνευ πολιτᾶν ἄνακτʼ,ἄνευ δὲ πενθημάτωνἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.πατρὸς δʼ ἀτίμωσιν ἆρα τείσειἕκατι μὲν δαιμόνων,ἕκατι δʼ ἀμᾶν χερῶν;ἔπειτʼ ἐγὼ νοσφίσας ὀλοίμαν.ἐμασχαλίσθη δέ γʼ, ὡς τόδʼ εἰδῇς·ἔπρασσε δʼ, ᾇπέρ νιν ὧδε θάπτει,μόρον κτίσαι μωμέναἄφερτον αἰῶνι σῷ.κλύεις πατρῴους δύας ἀτίμους.