μηδʼ ὑπὸ Τρωίαςτείχεσι φθίμενος, πάτερ,μετʼ ἄλλῳ δουρικμῆτι λαῷπαρὰ Σκαμάνδρου πόρον τεθάφθαι.πάρος δʼ οἱ κτανόντεςνιν οὕτως δαμῆναιφίλοις, θανατηφόρον αἶσανπρόσω τινὰ πυνθάνεσθαιτῶνδε πόνων ἄπειρον.ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,μεγάλης δὲ τύχης καὶ ὑπερβορέουμείζονα φωνεῖς· δύνασαι γάρ.ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνηςδοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶκατὰ γῆς ἤδη, τῶν δὲ κρατούντωνχέρες οὐχ ὅσιαι στυγερῶν τούτων·παισὶ δὲ μᾶλλον γεγένηται.τοῦτο διαμπερὲς οὖςἵκεθʼ ἅπερ τι βέλος.Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπωνὑστερόποινον ἄτανβροτῶν τλάμονι καὶ πανούργῳχειρὶ—τοκεῦσι δʼ ὅμως τελεῖται.ἐφυμνῆσαι γένοιτό μοι πυκά-εντʼ ὀλολυγμὸν ἀνδρὸςθεινομένου, γυναικός τʼὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπαςποτᾶται; πάροιθεν δὲ πρῴραςδριμὺς ἄηται κραδίαςθυμὸς ἔγκοτον στύγος.καί πότʼ ἂν ἀμφιθαλὴςΖεὺς ἐπὶ χεῖρα βάλοι,φεῦ φεῦ, κάρανα δαΐξας;πιστὰ γένοιτο χώρᾳ.δίκαν δʼ ἐξ ἀδίκων ἀπαιτῶ.κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.ἀλλὰ νόμος μὲν φονίας σταγόναςχυμένας ἐς πέδον ἄλλο προσαιτεῖναἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺνπαρὰ τῶν πρότερον φθιμένων ἄτην