τέκνον, φρόνημα τοῦθανόντος οὐ δαμάζειπυρὸς ἡ μαλερὰ γνάθος,φαίνει δʼ ὕστερον ὀργάς·ὀτοτύζεται δʼ ὁ θνῄσκων,ἀναφαίνεται δʼ ὁ βλάπτων.πατέρων τε καὶ τεκόντωνγόος ἔνδικος ματεύειτὸ πᾶν ἀμφιλαφής ταραχθείς.κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρειπολυδάκρυτα πένθη.δίπαις τοί σʼ ἐπιτύμβιοςθρῆνος ἀναστενάζει.τάφος δʼ ἱκέτας δέδεκταιφυγάδας θʼ ὁμοίως.τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν;οὐκ ἀτρίακτος ἄτα;ἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζωνθείη κελάδους εὐφθογγοτέρους·ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίωνπαιὰν μελάθροις ἐν βασιλείοιςνεοκρᾶτα φίλον κομίσειεν.εἰ γὰρ ὑπʼ Ἰλίῳπρός τινος Λυκίων, πάτερ,δορίτμητος κατηναρίσθης·λιπὼν ἂν εὔκλειαν ἐν δόμοισιτέκνων τʼ ἐν κελεύθοιςἐπιστρεπτὸν αἰῶκτίσας πολύχωστον ἂν εἶχεςτάφον διαποντίου γᾶςδώμασιν εὐφόρητον,φίλος φίλοισι τοῖςἐκεῖ καλῶς θανοῦσινκατὰ χθονὸς ἐμπρέπωνσεμνότιμος ἀνάκτωρ,πρόπολός τε τῶν μεγίστωνχθονίων ἐκεῖ τυράννων·βασιλεὺς γὰρ ἦσθʼ, ὄφρʼ ἔζης,μόριμον λάχος πιπλάντωνχεροῖν πεισίβροτόν τε βάκτρον.