ἄλλας τʼ ἐφώνει προσβολάς Ἐρινύωνἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλοςἐκ προστροπαίων ἐν γένει πεπτωκότων,καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβοςὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντʼ ὀφρὺνκινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεωςχαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέροςεἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸςμῆνιν· δέχεσθαι δʼ οὔτε συλλύειν τινά.πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳκακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον.πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,θεοῦ τʼ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,δυοῖν γυναικοῖν ὧδʼ ὑπηκόους πέλειν.θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχʼ εἴσεται.ἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεντῇδε τελευτᾶν,τὸ δίκαιον μεταβαίνει.ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰγλῶσσα τελείσθω· τοὐφειλόμενονπράσσουσα Δίκη μέγʼ ἀυτεῖ·ἀντὶ δὲ πληγῆς φονίας φονίανπληγὴν τινέτω. δράσαντι παθεῖν,τριγέρων μῦθος τάδε φωνεῖ.ὦ πάτερ αἰνόπατερ, τί σοιφάμενος ἢ τί ῥέξαςτύχοιμʼ ἂν ἕκαθεν οὐρίσας,ἔνθα σʼ ἔχουσιν εὐναί,σκότῳ φάος ἀντίμοι-ρον; χάριτες δʼ ὁμοίωςκέκληνται γόος εὐκλεὴςπροσθοδόμοις Ἀτρείδαις.