πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρωνμόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳπάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασινδεινῆς ἐχίδνης. τοὺς δʼ ἀπωρφανισμένουςνῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖςθήραν πατρῴαν προσφέρειν σκηνήμασιν.οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγαπατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθενἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλινπέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς·οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴνβωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγανδόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδεπρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτεθανόντας ἐν κηκῖδι πισσήρει φλογός.οὔτοι προδώσει Λοξίου μεγασθενὴςχρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρουςἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος,εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,ἀποχρημάτοισι ζημίαις ταυρούμενον·αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδετείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά.τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματαβροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους,σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοιςλειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ·