στροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν.καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς—καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός.πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναιεἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά.εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρουςεὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην.καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον.ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις;αὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ.ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖςὡς ὄντʼ Ὀρέστην τάδε σʼ ἐγὼ προσεννέπω;αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸςἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖςἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸςσαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ.ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας·τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.ὦ φίλτατον μέλημα δώμασιν πατρός,δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός.ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχονἐμοί· προσαυδᾶν δʼ ἐστʼ ἀναγκαίως ἔχονπατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπειστέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·