σχέδιά τʼ αὐτόκωπα νωμῶν ξίφη.ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·νέου δὲ μύθου τοῦδε κοινωνήσατε·λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.τίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης;εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι.πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος—ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;μάλιστʼ ἐκείνου βοστρύχοις προσείδεται.καὶ πῶς ἐκεῖνος δεῦρʼ ἐτόλμησεν μολεῖν;ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.κἀμοὶ προσέστη καρδίας κλυδώνιονχολῆς, ἐπαίσθην δʼ ὡς διανταίῳ βέλει·ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοισταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσωἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης;ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο,ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμονφρόνημα παισὶ δύσθεον πεπαμένη.ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω,εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτουβροτῶν Ὀρέστου—σαίνομαι δʼ ὑπʼ ἐλπίδος.φεῦ.εἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην,ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,ἀλλʼ εὖ ʼσαφήνει τόνδʼ ἀποπτύσαι πλόκον,εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην