ζει φρενὸς φίλον θρόνον;χρόνος δʼ ἐπὶ πρυμνησίων ξυνεμβολαῖςψαμμίʼ ἀκτᾶς παρή-μησεν, εὖθʼ ὑπʼ Ἴλιονὦρτο ναυβάτας στρατός.πεύθομαι δʼ ἀπʼ ὀμμάτωννόστον, αὐτόμαρτυς ὤν·τὸν δʼ ἄνευ λύρας ὅμως ὑμνῳδεῖθρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθενθυμός, οὐ τὸ πᾶν ἔχωνἐλπίδος φίλον θράσος.σπλάγχνα δʼ οὔτοι ματᾴ-ζει πρὸς ἐνδίκοις φρεσὶντελεσφόροις δίναις κυκώμενον κέαρ.εὔχομαι δʼ ἐξ ἐμᾶςἐλπίδος ψύθη πεσεῖνἐς τὸ μὴ τελεσφόρον.μάλα γέ τοι τὸ μεγάλας ὑγιείαςἀκόρεστον τέρμα· νόσος γάργείτων ὁμότοιχος ἐρείδει.καὶ πότμος εὐθυπορῶνἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.καὶ πρὸ μέν τι χρημάτωνκτησίων ὄκνος βαλὼνσφενδόνας ἀπʼ εὐμέτρου,οὐκ ἔδυ πρόπας δόμοςπημονᾶς γέμων ἄγαν,οὐδʼ ἐπόντισε σκάφος.πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶννῆστιν ὤλεσεν νόσον.τὸ δʼ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμονπρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂνπάλιν ἀγκαλέσαιτʼ ἐπαείδων;οὐδὲ τὸν ὀρθοδαῆτῶν φθιμένων ἀνάγεινΖεὺς ἀπέπαυσεν ἐπʼ εὐλαβείᾳ;εἰ δὲ μὴ τεταγμέναμοῖρα μοῖραν ἐκ θεῶνεἶργε μὴ πλέον φέρειν,