προφθάσασα καρδίαγλῶσσαν ἂν τάδʼ ἐξέχει.νῦν δʼ ὑπὸ σκότῳ βρέμειθυμαλγής τε καὶ οὐδὲν ἐπελπομέν-α ποτὲ καίριον ἐκτολυπεύσεινζωπυρουμένας φρενός.εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,ἐπεί σʼ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοιςκοινωνὸν εἶναι χερνίβων, πολλῶν μέταδούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας·ἔκβαινʼ ἀπήνης τῆσδε, μηδʼ ὑπερφρόνει.καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲπραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.εἰ δʼ οὖν ἀνάγκη τῆσδʼ ἐπιρρέποι τύχης,ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.οἳ δʼ οὔποτʼ ἐλπίσαντες ἤμησαν καλῶς,ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.ἔχεις παρʼ ἡμῶν οἷά περ νομίζεται.σοί τοι λέγουσα παύεται σαφῆ λόγον.ἐντός δʼ ἂν οὖσα μορσίμων ἀγρευμάτωνπείθοιʼ ἄν, εἰ πείθοιʼ· ἀπειθοίης δʼ ἴσως.ἀλλʼ εἴπερ ἐστι μὴ χελιδόνος δίκηνἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.πιθοῦ λιποῦσα τόνδʼ ἁμαξήρη θρόνον.οὔτοι θυραίᾳ τῇδʼ ἐμοὶ σχολὴ πάρατρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλουἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,ὡς οὔποτʼ ἐλπίσασι τήνδʼ ἕξειν χάριν.σὺ δʼ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.εἰ δʼ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,σὺ δʼ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦδεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,ἥτις λιποῦσα μὲν πόλιν νεαίρετονἥκει, χαλινὸν δʼ οὐκ ἐπίσταται φέρειν,πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.οὐ μὴν πλέω ῥίψασʼ ἀτιμασθήσομαι.