Φύλαξθεοὺς μὲν αἰτῶ τῶνδʼ ἀπαλλαγὴν πόνωνφρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενοςστέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖςλαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέριἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτινἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖγυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.εὖτʼ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τʼ ἔχωεὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένηνἐμήν· φόβος γὰρ ἀνθʼ ὕπνου παραστατεῖ,τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ·ὅταν δʼ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,ὕπνου τόδʼ ἀντίμολπον ἐντέμνων ἄκος,κλαίω τότʼ οἴκου τοῦδε συμφορὰν στένωνοὐχ ὡς τὰ πρόσθʼ ἄριστα διαπονουμένου.νῦν δʼ εὐτυχὴς γένοιτʼ ἀπαλλαγὴ πόνωνεὐαγγέλου φανέντος ὀρφναίου πυρός.ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιονφάος πιφαύσκων καὶ χορῶν κατάστασινπολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.ἰοὺ ἰού.Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶςεὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοιςὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδιἐπορθιάζειν, εἴπερ Ἰλίου πόλιςἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει·αὐτός τʼ ἔγωγε φροίμιον χορεύσομαι.τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαιτρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.γένοιτο δʼ οὖν μολόντος εὐφιλῆ χέραἄνακτος οἴκων τῇδε βαστάσαι χερί.τὰ δʼ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγαςβέβηκεν· οἶκος δʼ αὐτός, εἰ φθογγὴν λάβοι,σαφέστατʼ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼμαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.