ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;πιθοῦ· κράτος μέντοι πάρες γʼ ἑκὼν ἐμοί.ἀλλʼ εἰ δοκεῖ σοι ταῦθʼ, ὑπαί τις ἀρβύλαςλύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.καὶ τοῖσδέ μʼ ἐμβαίνονθʼ ἁλουργέσιν θεῶνμή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶνφθείροντα πλοῦτον ἀργυρωνήτους θʼ ὑφάς.τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶςτήνδʼ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶςθεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετονἄνθος, στρατοῦ δώρημʼ, ἐμοὶ ξυνέσπετο.ἐπεὶ δʼ ἀκούειν σοῦ κατέστραμμαι τάδε,εἶμʼ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;τρέφουσα πολλῆς πορφύρας ἰσάργυρονκηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.οἶκος δʼ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλιςἔχειν· πένεσθαι δʼ οὐκ ἐπίσταται δόμος.πολλῶν πατησμὸν δʼ εἱμάτων ἂν ηὐξάμην,δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετʼ ἐς δόμους,σκιὰν ὑπερτείνασα σειρίου κυνός.καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·ὅταν δὲ τεύχῃ Ζεὺς ἀπʼ ὄμφακος πικρᾶςοἶνον, τότʼ ἤδη ψῦχος ἐν δόμοις πέλει,ἀνδρὸς τελείου δῶμʼ ἐπιστρωφωμένου.Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.τίπτε μοι τόδʼ ἐμπέδωςδεῖμα προστατήριονκαρδίας τερασκόπου ποτᾶται,μαντιπολεῖ δʼ ἀκέλευστος ἄμισθος ἀοιδά,οὐδʼ ἀποπτύσαι δίκανδυσκρίτων ὀνειράτωνθάρσος εὐπειθὲς ἵ-