τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.φθόνος δʼ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακὰἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,ἔκβαινʼ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶςτὸν σὸν πόδʼ, ὦναξ, Ἰλίου πορθήτορα.δμῳαί, τί μέλλεθʼ, αἷς ἐπέσταλται τέλοςπέδον κελεύθου στρωννύναι πετάσμασιν;εὐθὺς γενέσθω πορφυρόστρωτος πόροςἐς δῶμʼ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.τὰ δʼ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένηθήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·μακρὰν γὰρ ἐξέτεινας· ἀλλʼ ἐναισίμωςαἰνεῖν, παρʼ ἄλλων χρὴ τόδʼ ἔρχεσθαι γέρας·καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκηνχαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,μηδʼ εἵμασι στρώσασʼ ἐπίφθονον πόροντίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσινβαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.λέγω κατʼ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλωνκληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖνθεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴβίον τελευτήσαντʼ ἐν εὐεστοῖ φίλῃ.εἰ πάντα δʼ ὣς πράσσοιμʼ ἄν, εὐθαρσὴς ἐγώ.καὶ μὴν τόδʼ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντʼ ἐμέ.ηὔξω θεοῖς δείσας ἂν ὧδʼ ἔρδειν τάδε.εἴπερ τις, εἰδώς γʼ εὖ τόδʼ ἐξεῖπον τέλος.τί δʼ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδʼ ἤνυσεν;ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.φήμη γε μέντοι δημόθρους μέγα σθένει.ὁ δʼ ἀφθόνητός γʼ οὐκ ἐπίζηλος πέλει.οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.τοῖς δʼ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.