ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,πολλὰς κλύουσαν κληδόνας παλιγκότους·καὶ τὸν μὲν ἥκειν, τὸν δʼ ἐπεσφέρειν κακοῦκάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανενἀνὴρ ὅδʼ, ὡς πρὸς οἶκον ὠχετεύετοφάτις, τέτρηται δικτύου πλέον λέγειν.εἰ δʼ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,τρισώματός τἂν Γηρυὼν ὁ δεύτεροςπολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.τοιῶνδʼ ἕκατι κληδόνων παλιγκότωνπολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρηςἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.ἐκ τῶνδέ τοι παῖς ἐνθάδʼ οὐ παραστατεῖ,ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε.τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενοςΣτρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματαἐμοὶ προφωνῶν, τόν θʼ ὑπʼ Ἰλίῳ σέθενκίνδυνον, εἴ τε δημόθρους ἀναρχίαβουλὴν καταρρίψειεν, ὥστε σύγγονονβροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοιπηγαὶ κατεσβήκασιν, οὐδʼ ἔνι σταγών.ἐν ὀψικοίτοις δʼ ὄμμασιν βλάβας ἔχωτὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίαςἀτημελήτους αἰέν. ἐν δʼ ὀνείρασινλεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμηνῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθηὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.νῦν ταῦτα πάντα τλᾶσʼ ἀπενθήτῳ φρενὶλέγοιμʼ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγηςστῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,καὶ γῆν φανεῖσαν ναυτίλοις παρʼ ἐλπίδα,κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος·