τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότουςἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκαπόλιν διημάθυνεν Ἀργεῖον δάκος,ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,πήδημʼ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέωνἄδην ἔλειξεν αἵματος τυραννικοῦ.θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·τὰ δʼ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων,καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μʼ ἔχεις.παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,φίλον τὸν εὐτυχοῦντʼ ἄνευ φθόνου σέβειν.δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενοςἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,τοῖς τʼ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεταικαὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.εἰδὼς λέγοιμʼ ἄν, εὖ γὰρ ἐξεπίσταμαιὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶςδοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.μόνος δʼ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος·εἴτʼ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω.τὰ δʼ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺςκοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρειβουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχονὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνωςπειρασόμεσθα πῆμʼ ἀποστρέψαι νόσου.νῦν δʼ ἐς μέλαθρα καὶ δόμους ἐφεστίουςἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.νίκη δʼ ἐπείπερ ἕσπετʼ, ἐμπέδως μένοι.ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπουςλέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δʼ ἀποφθίνειτὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάραμαθοῦσʼ, ἐμαυτῆς δύσφορον λέξω βίοντοσόνδʼ ὅσον περ οὗτος ἦν ὑπʼ Ἰλίῳ.τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα