του παράσημον αἴνῳ·πᾶν δʼ ἐπὶ τέρμα νωμᾷ.ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθʼ,Ἀτρέως γένεθλον,πῶς σε προσείπω; πῶς σε σεβίζωμήθʼ ὑπεράρας μήθʼ ὑποκάμψαςκαιρὸν χάριτος;πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναιπροτίουσι δίκην παραβάντες.τῷ δυσπραγοῦντι δʼ ἐπιστενάχεινπᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπηςοὐδὲν ἐφʼ ἧπαρ προσικνεῖται·καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖςἀγέλαστα πρόσωπα βιαζόμενοι.ὅστις δʼ ἀγαθὸς προβατογνώμων,οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,τὰ δοκοῦντʼ εὔφρονος ἐκ διανοίαςὑδαρεῖ σαίνειν φιλότητι.σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰνἙλένης ἕνεκʼ, οὐ γάρ σʼ ἐπικεύσω,κάρτʼ ἀπομούσως ἦσθα γεγραμμένος,οὐδʼ εὖ πραπίδων οἴακα νέμωνθράσος ἐκ θυσιῶνἀνδράσι θνῄσκουσι κομίζων.νῦν δʼ οὐκ ἀπʼ ἄκρας φρενὸς οὐδʼ ἀφίλωςεὔφρων πόνος εὖ τελέσασιν.γνώσῃ δὲ χρόνῳ διαπευθόμενοςτόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν.πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίουςδίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίουςνόστου δικαίων θʼ ὧν ἐπραξάμην πόλινΠριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶκλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰςἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπωςψήφους ἔθεντο· τῷ δʼ ἐναντίῳ κύτειἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.καπνῷ δʼ ἁλοῦσα νῦν ἔτʼ εὔσημος πόλις.ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲσποδὸς προπέμπει πίονας πλούτου πνοάς.τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν