κατακαρφομένης τρίποδας μὲν ὁδοὺςστείχει, παιδὸς δʼ οὐδὲν ἀρείωνὄναρ ἡμερόφαντον ἀλαίνει.σὺ δέ, Τυνδάρεωθύγατερ, βασίλεια Κλυταιμήστρα,τί χρέος; τί νέον; τί δʼ ἐπαισθομένη,τίνος ἀγγελίαςπειθοῖ περίπεμπτα θυοσκεῖς;πάντων δὲ θεῶν τῶν ἀστυνόμων,ὑπάτων, χθονίων,τῶν τʼ οὐρανίων τῶν τʼ ἀγοραίων,βωμοὶ δώροισι φλέγονται·ἄλλη δʼ ἄλλοθεν οὐρανομήκηςλαμπὰς ἀνίσχει,φαρμασσομένη χρίματος ἁγνοῦμαλακαῖς ἀδόλοισι παρηγορίαις,πελάνῳ μυχόθεν βασιλείῳ.τούτων λέξασʼ ὅ τι καὶ δυνατὸνκαὶ θέμις αἰνεῖν,παιών τε γενοῦ τῆσδε μερίμνης,ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,τοτὲ δʼ ἐκ θυσιῶν ἀγανὴ φαίνουσʼἐλπὶς ἀμύνει φροντίδʼ ἄπληστοντῆς θυμοβόρου φρένα λύπης.κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶνἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνεύειπειθὼ μολπᾶνἀλκὰν σύμφυτος αἰών·ὅπως Ἀχαι-ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβαςξύμφρονα ταγάν,πέμπει σὺν δορὶ καὶ χερὶ πράκτοριθούριος ὄρνις Τευκρίδʼ ἐπʼ αἶαν,οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-ῶν ὁ κελαινός, ὅ τʼ ἐξόπιν ἀργᾶς,φανέντες ἴ-κταρ μελάθρων χερὸς ἐκ δοριπάλτουπαμπρέπτοις ἐν ἕδραισιν,βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,βλαβέντα λοισθίων δρόμων.