δέκατον μὲν ἔτος τόδʼ ἐπεὶ Πριάμουμέγας ἀντίδικος,Μενέλαος ἄναξ ἠδʼ Ἀγαμέμνων,διθρόνου Διόθεν καὶ δισκήπτρουτιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶνστόλον Ἀργείων χιλιοναύτην,τῆσδʼ ἀπὸ χώραςἦραν, στρατιῶτιν ἀρωγὰν,μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρητρόπον αἰγυπιῶν, οἵτʼ ἐκπατίοιςἄλγεσι παίδων ὕπατοι λεχέωνστροφοδινοῦνταιπτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,δεμνιοτήρηπόνον ὀρταλίχων ὀλέσαντες·ὕπατος δʼ ἀίων ἤ τις Ἀπόλλωνἢ Πὰν ἢ Ζεὺς οἰωνόθροονγόον ὀξυβόαν τῶνδε μετοίκωνὑστερόποινονπέμπει παραβᾶσιν Ἐρινύν.οὕτω δʼ Ἀτρέως παῖδας ὁ κρείσσωνἐπʼ Ἀλεξάνδρῳ πέμπει ξένιοςΖεὺς πολυάνορος ἀμφὶ γυναικὸςπολλὰ παλαίσματα καὶ γυιοβαρῆγόνατος κονίαισιν ἐρειδομένουδιακναιομένης τʼ ἐν προτελείοιςκάμακος θήσων ΔαναοῖσιΤρωσί θʼ ὁμοίως. ἔστι δʼ ὅπη νῦνἔστι· τελεῖται δʼ ἐς τὸ πεπρωμένον·οὔθʼ ὑποκαίων οὔθʼ ὑπολείβωνοὔτε δακρύων ἀπύρων ἱερῶνὀργὰς ἀτενεῖς παραθέλξει.ἡμεῖς δʼ ἀτίται σαρκὶ παλαιᾷτῆς τότʼ ἀρωγῆς ὑπολειφθέντεςμίμνομεν ἰσχὺνἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνωνἐντὸς ἀνᾴσσωνἰσόπρεσβυς, Ἄρης δʼ οὐκ ἔνι χώρᾳ,τό θʼ ὑπέργηρων φυλλάδος ἤδη