αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺςἈτρεΐδας μαχίμους ἐδάη λαγοδαίταςπομπούς τʼ ἀρχάς·οὕτω δʼ εἶπε τερᾴζων·χρόνῳ μὲν ἀγρεῖΠριάμου πόλιν ἅδε κέλευθος,πάντα δὲ πύργωνκτήνη πρόσθε τὰ δημιοπληθῆΜοῖρʼ ἀλαπάξει πρὸς τὸ βίαιον·οἶον μή τις ἄγα θεόθεν κνεφά-σῃ προτυπὲν στόμιον μέγα Τροίαςστρατωθέν.οἴκτῳ γὰρ ἐπί-φθονος Ἄρτεμις ἁγνὰπτανοῖσιν κυσὶ πατρὸςαὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισινστυγεῖ δὲ δεῖπνον αἰετῶν.αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.τόσον περ εὔφρων, καλά,δρόσοισι λεπτοῖς μαλερῶν λεόντωνπάντων τʼ ἀγρονόμων φιλομάστοιςθηρῶν ὀβρικάλοισι τερπνά,τούτων αἴνει ξύμβολα κρᾶναι,δεξιὰ μέν, κατάμομφα δὲ φάσματα στρουθῶν.ἰήιον δὲ καλέω Παιᾶνα,μή τινας ἀντιπνόους Δανα-οῖς χρονίας ἐχενῇδας ἀ-πλοίας τεύξῃ,σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τινʼ, ἄδαιτοννεικέων τέκτονα σύμφυτον,οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτοςοἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξενμόρσιμʼ ἀπʼ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·τοῖς δʼ ὁμόφωνοναἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.Ζεύς, ὅστις ποτʼ ἐστίν, εἰ τόδʼ αὐ-τῷ φίλον κεκλημένῳ,τοῦτό νιν προσεννέπω.οὐκ ἔχω προσεικάσαι