πάραυτα δʼ ἐλθεῖν ἐς Ἰλίου πόλινλέγοιμʼ ἂν φρόνημα μὲννηνέμου γαλάνας,ἀκασκαῖον δʼ ἄγαλμα πλούτου,μαλθακὸν ὀμμάτων βέλος,δηξίθυμον ἔρωτος ἄνθος.παρακλίνασʼ ἐπέκρανενδὲ γάμου πικρὰς τελευτάς,δύσεδρος καὶ δυσόμιλοςσυμένα Πριαμίδαισιν,πομπᾷ Διὸς ξενίου,νυμφόκλαυτος Ἐρινύς.παλαίφατος δʼ ἐν βροτοῖς γέρων λόγοςτέτυκται, μέγαν τελε-σθέντα φωτὸς ὄλβοντεκνοῦσθαι μηδʼ ἄπαιδα θνῄσκειν,ἐκ δʼ ἀγαθᾶς τύχας γένειβλαστάνειν ἀκόρεστον οἰζύν.δίχα δʼ ἄλλων μονόφρων εἰ-μί· τὸ δυσσεβὲς γὰρ ἔργονμετὰ μὲν πλείονα τίκτει,σφετέρᾳ δʼ εἰκότα γέννᾳ.οἴκων δʼ ἄρʼ εὐθυδίκωνκαλλίπαις πότμος αἰεί.φιλεῖ δὲ τίκτειν Ὕβριςμὲν παλαιὰ νεά-ζουσαν ἐν κακοῖς βροτῶνὕβριν τότʼ ἢ τόθʼ, ὅτε τὸ κύρ-ιον μόλῃ φάος τόκου,δαίμονά τε τὰν ἄμαχον ἀπόλεμ-ον, ἀνίερον Θράσος, μελαί-νας μελάθροισιν Ἄτας,εἰδομένας τοκεῦσιν.Δίκα δὲ λάμπει μὲν ἐνδυσκάπνοις δώμασιν,τὸν δʼ ἐναίσιμον τίει βίον.τὰ χρυσόπαστα δʼ ἔδεθλα σὺνπίνῳ χερῶν παλιντρόποιςὄμμασι λιποῦσʼ, ὅσια προσέμολ-ε, δύναμιν οὐ σέβουσα πλού-