κατʼ ἴχνος πλατᾶν ἄφαντονκελσάντων Σιμόεντος ἀ-κτὰς ἐπʼ ἀεξιφύλλουςδιʼ ἔριν αἱματόεσσαν.Ἰλίῳ δὲ κῆδος ὀρθ-ώνυμον τελεσσίφρωνμῆνις ἤλασεν, τραπέζας ἀτί-μωσιν ὑστέρῳ χρόνῳκαὶ ξυνεστίου Διὸςπρασσομένα τὸ νυμφότι-μον μέλος ἐκφάτως τίοντας,ὑμέναιον, ὃς τότʼ ἐπέρ-ρεπεν γαμβροῖσιν ἀείδειν·μεταμανθάνουσα δʼ ὕμνονΠριάμου πόλις γεραιὰπολύθρηνον μέγα που στένει κικλήσκου-σα Πάριν τὸν αἰνόλεκτρον,παμπορθῆ πολύθρηνοναἰῶνα διαὶ πολιτᾶνμέλεον αἷμʼ ἀνατλᾶσα.ἔθρεψεν δὲ λέοντος ἶ-νιν δόμοις ἀγάλακτον οὕ-τως ἀνὴρ φιλόμαστον,ἐν βιότου προτελείοιςἅμερον, εὐφιλόπαιδακαὶ γεραροῖς ἐπίχαρτον.πολέα δʼ ἔσχʼ ἐν ἀγκάλαιςνεοτρόφου τέκνου δίκαν,φαιδρωπὸς ποτὶ χεῖρα σαί-νων τε γαστρὸς ἀνάγκαις.χρονισθεὶς δʼ ἀπέδειξεν ἦ-θος τὸ πρὸς τοκέων· χάρινγὰρ τροφεῦσιν ἀμείβωνμηλοφόνοισιν ἐν ἄταιςδαῖτʼ ἀκέλευστος ἔτευξεν·αἵματι δʼ οἶκος ἐφύρθη,ἄμαχον ἄλγος οἰκέταιςμέγα σίνος πολυκτόνον.ἐκ θεοῦ δʼ ἱερεύς τις ἄ-τας δόμοις προσεθρέφθη.