ἐν νυκτὶ δυσκύμαντα δʼ ὠρώρει κακά.ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳχειμῶνι τυφῶ σὺν ζάλῃ τʼ ὀμβροκτύπῳᾤχοντʼ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.ἐπεὶ δʼ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖςἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τʼ ἐρειπίοις.ἡμᾶς γε μὲν δὴ ναῦν τʼ ἀκήρατον σκάφοςἤτοι τις ἐξέκλεψεν ἢ ʼξῃτήσατοθεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.τύχη δὲ σωτὴρ ναῦν θέλουσʼ ἐφέζετο,ὡς μήτʼ ἐν ὅρμῳ κύματος ζάλην ἔχεινμήτʼ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.ἔπειτα δʼ Ἅιδην πόντιον πεφευγότες,λευκὸν κατʼ ἦμαρ, οὐ πεποιθότες τύχῃ,ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων,λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;ἡμεῖς τʼ ἐκείνους ταὔτʼ ἔχειν δοξάζομεν.γένοιτο δʼ ὡς ἄριστα. Μενέλεων γὰρ οὖνπρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖκαὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,οὔπω θέλοντος ἐξαναλῶσαι γένος,ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.τοσαῦτʼ ἀκούσας ἴσθι τἀληθῆ κλύων.τίς ποτʼ ὠνόμαζεν ὧδʼἐς τὸ πᾶν ἐτητύμως—μή τις ὅντινʼ οὐχ ὁρῶμεν προνοί-αισι τοῦ πεπρωμένουγλῶσσαν ἐν τύχᾳ νέμων;—τὰν δορίγαμβρον ἀμφινει-κῆ θʼ Ἑλέναν; ἐπεὶ πρεπόντωςἑλένας, ἕλανδρος, ἑλέ-πτολις, ἐκ τῶν ἁβροτίμωνπροκαλυμμάτων ἔπλευσεζεφύρου γίγαντος αὔρᾳ,πολύανδροί τε φεράσπιδες κυναγοὶ