τοιόσδʼ ὁ κόμπος τῆς ἀληθείας γέμωνοὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοιτοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.σὺ δʼ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι.εἰ νόστιμός τε καὶ σεσωσμένος πάλινἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.οὐκ ἔσθʼ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.πῶς δῆτʼ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;σχισθέντα δʼ οὐκ εὔκρυπτα γίγνεται τάδε.ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότοςφάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;οὐκ οἶδεν οὐδεὶς ὥστʼ ἀπαγγεῖλαι τορῶς,πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳγλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.ὅταν δʼ ἀπευκτὰ πήματʼ ἄγγελος πόλειστυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμωνἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·τοιῶνδε μέντοι πημάτων σεσαγμένονπρέπει λέγειν παιᾶνα τόνδʼ Ἐρινύων.σωτηρίων δὲ πραγμάτων εὐάγγελονἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγωνχειμῶνʼ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,πῦρ καὶ θάλασσα, καὶ τὰ πίστʼ ἐδειξάτηνφθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.