ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦνικᾷ τὸ κέρδος, πῆμα δʼ οὐκ ἀντιρρέπει·ὡς κομπάσαι τῷδʼ εἰκὸς ἡλίου φάειὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·Τροίαν ἑλόντες δή ποτʼ Ἀργείων στόλοςθεοῖς λάφυρα ταῦτα τοῖς καθʼ Ἑλλάδαδόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλινκαὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεταιΔιὸς τόδʼ ἐκπράξασα.πάντʼ ἔχεις λόγον.νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλεινεἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,ὅτʼ ἦλθʼ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,φράζων ἅλωσιν Ἰλίου τʼ ἀνάστασιν.καί τίς μʼ ἐνίπτων εἶπε, φρυκτωρῶν δίαπεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.λόγοις τοιούτοις πλαγκτὸς οὖσʼ ἐφαινόμην.ὅμως δʼ ἔθυον, καὶ γυναικείῳ νόμῳὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλινἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραιςθυηφάγον κοιμῶντες εὐώδη φλόγα.καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.ὅπως δʼ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσινσπεύσω πάλιν μολόντα δέξασθαι·—τί γὰργυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦπύλας ἀνοῖξαι;—ταῦτʼ ἀπάγγειλον πόσει·ἥκειν ὅπως τάχιστʼ ἐράσμιον πόλει·γυναῖκα πιστὴν δʼ ἐν δόμοις εὕροι μολὼνοἵαν περ οὖν ἔλειπε, δωμάτων κύναἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,καὶ τἄλλʼ ὁμοίαν πάντα, σημαντήριονοὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.οὐδʼ οἶδα τέρψιν οὐδʼ ἐπίψογον φάτινἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.